Ψαλμοί 21–30
Κείμενο Εισαγωγής
Οι Ψαλμοί 21-30 του Δαυίδ περιλαμβάνουν ύμνους δοξολογίας, προσευχές, εκκλήσεις για βοήθεια και εκφράσεις βαθιάς εμπιστοσύνης στον Θεό. Μέσα από αυτούς τους ψαλμούς αναδεικνύεται η δύναμη της πίστης απέναντι στις δοκιμασίες και η ελπίδα στη θεία προστασία. Στη σελίδα αυτή θα βρείτε τους Ψαλμούς 21 έως 30 με το πλήρες κείμενο, την ερμηνεία και την πνευματική τους σημασία, για καθημερινή μελέτη και προσευχή.
Ψαλμοί 21–30
21. Για να εμποδίσει ο Θεός την πυρκαϊά, για να μην γίνει κακό.
Ψαλμός 21
Ὁ Θεός, ὁ Θεός μου, πρόσχες μοι· ἵνα τί ἐγκατέλιπές με; Μακρὰν ἀπὸ τῆς σωτηρίας μου οἱ λόγοι τῶν παραπτωμάτων μου. Ὁ Θεός μου, κεκράξομαι ἡμέρας, καὶ οὐκ εἰσακούσῃ, καὶ νυκτὸς, καὶ οὐκ εἰς ἄνοιαν ἐμοί. Σὺ δὲ ἐν ἁγίῳ κατοικεῖς, ὁ ἔπαινος τοῦ Ἰσραήλ. Ἐπὶ σοὶ ἤλπισαν οἱ πατέρες ἡμῶν, ἤλπισαν καὶ ἐῤῥύσω αὐτούς. Πρὸς σὲ ἐκέκραξαν καὶ ἐσώθησαν, ἐπὶ σοὶ ἤλπισαν καὶ οὗ κατῃσχύνθησαν. Ἐγὼ δὲ εἰμι σκώληξ καὶ οὐκ ἄνθρωπος, ὄνειδος ἀνθρώπων καὶ ἐξουθένημα λαοῦ. Πάντες οἱ θεωροῦντές με ἐξεμυκτήρισάν με, ἐλάλησαν ἐν χείλεσιν, ἐκίνησαν κεφαλήν· ἤλπισεν ἐπὶ Κύριον, ῥυσάσθω αὐτόν· σωσάτω αὐτόν, ὅτι θέλει αὐτόν. Ὅτι σὺ εἶ ὁ ἐκσπάσας με ἐκ γαστρός, ἡ ἐλπὶς μου ἀπὸ μαστῶν τῆς μητρός μου, ἐπὶ σε ἐπεῤῥίφην ἐκ μήτρας. Ἀπὸ γαστρὸς μητρὸς μου Θεός μου εἶ σύ. Μὴ ἀποστῇς ἀπ΄ ἐμοῦ, ὅτι θλῖψις ἐγγύς, ὅτι οὐκ ἔστιν ὁ βοηθῶν. Περιεκύκλωσάν με μόσχοι πολλοί, ταῦροι πίονες περιέσχον με· ἤνοιξαν ἐπ΄ ἐμὲ τὸ στόμα αὐτῶν ὡς λέων ἁρπάζων καὶ ὠρυόμενος. Ὡσεὶ ὕδωρ ἐξεχύθην, καὶ διεσκορπίσθη πάντα τὰ ὀστᾶ μου, ἐγενήθη ἡ καρδία μου ὡσεὶ κηρὸς τηκόμενος ἐν μέσῳ τῆς κοιλίας μου. Ἐξηράνθη ὡσεὶ ὄστρακον ἡ ἰσχὺς μου, καὶ ἡ γλῶσσά μου κεκόλληται τῷ λάρυγγί μου, καὶ εἰς χοῦν θανάτου κατήγαγές με. Ὅτι ἐκύκλωσάν με κύνες πολλοί, συναγωγὴ πονηρευομένων περιέσχον με, ὤρυξαν χεῖράς μου καὶ πόδας. Ἐξηρίθμησαν πάντα τὰ ὀστᾶ μου, αὐτοὶ δε κατενόησαν καὶ ἐπεῖδόν με. Διεμερίσαντο τὰ ἱμάτια μου ἑαυτοῖς καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον. Σὺ δέ, Κύριε, μὴ μακρύνῃς τὴν βοήθειάν μου, εἰς τὴν αντίληψίν μου πρόσχες. Ῥῦσαι ἀπὸ ῥομφαίας τὴν ψυχήν μου, καὶ ἐκ χειρὸς κυνὸς τὴν μονογενῆ μου· σῶσόν με ἐκ στόματος λέοντος καὶ ἀπὸ κεράτων μονοκερώτων τὴν ταπείνωσίν μου. Διηγήσομαι τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε. Οἱ φοβούμενοι τὸν Κύριον αἰνέσατε αὐτόν, ἅπαν τὸ σπέρμα Ἰακώβ, δοξάσατε αὐτόν, φοβηθήτω δὴ ἀπ΄ αὐτοῦ ἅπαν τὸ σπέρμα Ἰσραήλ, ὅτι οὐκ ἐξουδένωσεν οὐδὲ προσώχθισε τῇ δεήσει τοῦ πτωχοῦ, οὐδὲ ἀπέστρεψε τὸ πρόσωπον αὐτοῦ ἀπ΄ ἐμοῦ καὶ ἐν τῷ κεκραγέναι με πρὸς αὐτὸν εἰσήκουσέ μου. Παρὰ σου ὁ ἔπαινός μου, ἐν ἐκκλησίᾳ μεγάλῃ ἐξομολογήσομαί σοι, τὰς εὐχάς μου ἀποδώσω ἐνώπιον τῶν φοβουμένων σε. Φάγονται πένητες καὶ ἐμπλησθήσονται, καὶ αἰνέσουσι Κύριον οἱ ἐκζητοῦντες αὐτόν· ζήσονται αἱ καρδίαι αὐτῶν εἰς αἰῶνα αἰῶνος. Μνησθήσονται καὶ ἐπιστραφήσονται πρὸς Κύριον πάντα τὰ πέρατα τῆς γῆς καὶ προσκυνήσουσιν ἐνώπιον αὐτοῦ πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν· ὅτι τοῦ Κυρίου ἡ βασιλεία, καὶ αὐτὸς δεσπόζει τῶν ἐθνῶν. Ἔφαγον καὶ προσεκύνησαν πάντες οἱ πίονες τῆς γῆς· ἐνώπιον αὐτοῦ προπεσοῦνται πάντες οἱ καταβαίνοντες εἰς γῆν. Καὶ ἡ ψυχή μου αὐτῷ ζῇ, καὶ τὸ σπέρμα μου δουλεύσει αὐτῷ. Ἀναγγελήσεται τῷ Κυρίῳ γενεὰ ἡ ἐρχομένη καὶ ἀναγγελοῦσι τὴν δικαιοσύνην αὐτοῦ λαῷ τῷ τεχθησομένῳ, ὃν ἐποίησεν ὁ Κύριος.
22. Για να ημερέψει ο Θεός τα άτακτα και ανυπάκουα παιδιά, που θλίβουν τους γονείς τους.
Ψαλμός 22
Κύριος ποιμαίνει με καὶ οὐδὲν με ὑστερήσει. Εἰς τόπον χλόης, ἐκεῖ με κατεσκήνωσεν, ἐπὶ ὕδατος ἀναπαύσεως ἐξέθρεψέ με, τὴν ψυχήν μου ἐπέστρεψεν. Ὡδήγησέ με ἐπὶ τρίβους δικαιοσύνης, ἕνεκεν τοῦ ὀνόματος αὐτοῦ. Ἐὰν γὰρ καὶ πορευθῶ ἐν μέσῳ σκιὰς θανάτου, οὐ φοβηθήσομαι κακά, ὅτι σὺ μετ΄ ἐμοῦ εἶ· ἡ ῥάβδος σου καὶ ἡ βακτηρία σου αὗταί με παρεκάλεσαν. Ἡτοίμασας ἐνώπιόν μου τράπεζαν, ἐξεναντίας τῶν θλιβόντων με· ἐλίπανας ἐν ἐλαίῳ τὴν κεφαλήν μου, καὶ τὸ ποτήριον σου μεθύσκον με ὡσεὶ κράτιστον. Καὶ τὸ ἔλεός σου καταδιώξει με πάσας τὰς ἡμέρας τῆς ζωῆς μου, καὶ τὸ κατοικεῖν με ἐν οἴκῳ Κυρίου εἰς μακρότητα ἡμερῶν.
23. Για να ανοίξει η πόρτα, όταν χαθεί το κλειδί.
Ψαλμός 23
Τοῦ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς, ἡ οἰκουμένη καὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ. Αὐτὸς ἐπὶ θαλασσῶν ἐθεμελίωσεν αὐτὴν καὶ ἐπὶ ποταμῶν ἡτοίμασεν αὐτήν. Τίς ἀναβήσεται εἰς τὸ ὄρος τοῦ Κυρίου, καὶ τίς στήσεται ἐν τόπῳ ἁγίῳ αὐτοῦ; Ἀθῷος χερσὶ καὶ καθαρὸς τῇ καρδίᾳ, ὃς οὐκ ἔλαβεν ἐπὶ ματαίῳ τὴν ψυχὴν αὐτοῦ καὶ οὐκ ὤμοσεν ἐπὶ δόλῳ τῷ πλησίον αὐτοῦ. Οὗτος λήψεται εὐλογίαν παρὰ Κυρίου καὶ ἐλεημοσύνην παρὰ Θεοῦ σωτῆρος αὐτοῦ. Αὕτη ἡ γενεὰ ζητούντων τὸν Κύριον, ζητούντων τὸ πρόσωπον τοῦ Θεοῦ Ἰακώβ. Ἄρατε πύλας οἱ ἄρχοντες ὑμών, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης. Τίς ἔστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης; Κύριος κραταιὸς καὶ δυνατός, Κύριος δυνατὸς ἐν πολέμῳ. Ἄρατε πύλας οἱ ἄρχοντες ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης. Τίς ἔστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης; Κύριος τῶν δυνάμεων, αὐτός ἐστιν ὁ βασιλεὺς τῆς δόξης.
24. Σε ανθρώπους που φθονεί πολύ ο πειρασμός και τους φέρνει συνέχεια αναποδιές στην ζωή τους, για να γογγύζουν..
Ψαλμός 24
Πρὸς σέ, Κύριε, ἦρα τὴν ψυχὴν μου, ὁ Θεὸς μου. Ἐπὶ σοὶ πέποιθα· μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα, μηδὲ καταγελασάτωσάν με οἱ ἐχθροί μου. Καὶ γὰρ πάντες οἱ ὑπομένοντές σε οὐ μὴ καταισχυνθῶσιν· αἰσχυνθήτωσαν οἱ ἀνομοῦντες διακενῆς. Τὰς ὁδούς σου, Κύριε, γνώρισόν μοι, καὶ τὰς τρίβους σου δίδαξόν με. Ὁδήγησόν με ἐπὶ τὴν ἀλήθειάν σου καὶ δίδαξόν με, ὅτι σὺ εἶ ὁ Θεὸς ὁ σωτήρ μου, καὶ σὲ ὑπέμεινα ὅλην τὴν ἡμέραν. Μνήσθητι τῶν οἰκτιρμῶν σου, Κύριε, καὶ τὰ ἐλέη σου, ὅτι ἀπὸ τοῦ αἰῶνός εἰσιν. Ἁμαρτίας νεότητός μου καὶ ἀγνοίας μου μὴ μνησθῇς· κατὰ τὸ ἔλεός σου μνήσθητί μου σὺ ἕνεκεν τῆς χρηστότητός σου, Κύριε. Χρηστὸς καὶ εὐθὺς ὁ Κύριος· διὰ τοῦτο νομοθετήσει ἁμαρτάνοντας ἐν ὁδῷ. Ὁδηγήσει πραεῖς ἐν κρίσει, διδάξει πραεῖς ὁδοὺς αὐτοῦ. Πᾶσαι αἱ ὁδοὶ Κυρίου ἔλεος καὶ ἀλήθεια τοῖς ἐκζητοῦσι τὴν διαθήκην αὐτοῦ καὶ τὰ μαρτύρια αὐτοῦ. Ἔνεκεν τοῦ ὀνόματός σου, Κύριε, καὶ ἱλάσθητι τῇ ἁμαρτίᾳ μου, πολλὴ γάρ ἐστι. Τίς ἐστιν ἄνθρωπος ὁ φοβούμενος τὸν Κύριον; Νομοθετήσει αὐτῷ ἐν ὁδῷ, ᾗ ἡρετίσατο. Ἡ ψυχὴ αὐτοῦ ἐν ἀγαθοῖς αὐλισθήσεται, καὶ τὸ σπέρμα αὐτοῦ κληρονομήσει γῆν. Κραταίωμα Κύριος τῶν φοβουμένων αὐτόν, καὶ ἡ διαθήκη αὐτοῦ δηλώσει αὐτοῖς. Οἱ ὀφθαλμοὶ μου διαπαντὸς πρὸς τὸν Κύριον, ὅτι αὐτὸς ἐκσπάσει ἐκ παγίδος τοὺς πόδας μου. Ἐπίβλεψον ἐπ΄ἐμὲ καὶ ἐλέησόν με, ὅτι μονογενὴς καὶ πτωχὸς εἰμι ἐγώ. Αἱ θλίψεις τῆς καρδίας μου ἐπληθύνθησαν· ἐκ τῶν ἀναγκῶν μου ἐξάγαγέ με. Ἴδε τὴν ταπείνωσίν μου καὶ τὸν κόπον μου καὶ ἄφες πάσας τὰς ἁμαρτίας μου. Ἴδε τοὺς ἐχθρούς μου, ὅτι ἐπληθύνθησαν καὶ μῖσος ἄδικον ἐμίσησάν με. Φύλαξον τὴν ψυχὴν μου καὶ ῥῦσαί με· μὴ καταισχυνθείην, ὅτι ἤλπισα ἐπὶ σέ. Ἄκακοι καὶ εὐθεῖς, ἐκολλῶντό μοι, ὅτι ὑπέμεινά σε, Κύριε. Λύτρωσαι, ὁ Θεός, τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ.
25. Όταν ζητάει κανείς κάτι καλό από τον Θεό, για να του το δώσει, χωρίς να τον βλάψει.
Ψαλμός 25
Κρῖνόν με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου επορεύθην, καὶ ἐπὶ τῷ Κυρίῳ ἐλπίζων, οὐ μὴ ἀσθενήσω. Δοκίμασόν με, Κύριε καὶ πείρασόν με πύρωσον τοὺς νεφροὺς μου καὶ τὴν καρδίαν μου. Ὅτι τὸ ἔλεος σου κατέναντι τῶν ὀφθαλμῶν μού ἐστι, καὶ εὐηρέστησα ἐν τῇ ἀληθείᾳ σου. Οὐκ ἐκάθισα μετὰ συνεδρίου ματαιότητος καὶ μετὰ παρανομούντων οὐ μὴ εἰσέλθω· ἐμίσησα ἐκκλησίαν πονηρευομένων καὶ μετὰ ἀσεβῶν οὐ μὴ καθίσω. Νίψομαι ἐν ἀθῴοις τὰς χεῖρας μου καὶ κυκλώσω τὸ θυσιαστήριον σου, Κύριε, τοῦ ἀκούσαί με φωνῆς αἰνέσεως καὶ διηγήσασθαι πάντα τὰ θαυμάσιά σου. Κύριε, ἠγάπησα εὐπρέπειαν οἴκου σου καὶ τόπον σκηνώματος δόξης σου. Μὴ συναπολέσῃς μετὰ ἀσεβῶν τὴν ψυχὴν μου καὶ μετὰ ἀνδρὼν αἱμάτων τὴν ζωὴν μου, ὧν ἐν χερσὶν ἀνομίαι, ἡ δεξιὰ αὑτῶν ἐπλήσθη δώρων. Ἐγὼ δε ἐν ἀκακίᾳ μου ἐπορεύθην· λύτρωσαί με, καὶ ἐλέησον με. Ὁ ποὺς μου ἔστη ἐν ευθύτητι· ἐν ἐκκλησίαις εὐλογήσω σε, Κύριε.
26. Για να προστατέψει ο Θεός τους χωρικούς από τα εχθρικά στρατεύματα, να μην κάνουν κακό στους ανθρώπους και λεηλασίες στις αγροικίες.
Ψαλμός 26
Κύριος φωτισμὸς μου καὶ σωτὴρ μου· τίνα φοβηθήσομαι; Κύριος ὑπερασπιστὴς τῆς ζωῆς μου· ἀπὸ τίνος δειλιάσω; Ἐν τῷ ἐγγίζειν ἐπ΄ἐμὲ κακοῦντας, τοῦ φαγεῖν τὰς σάρκας μου, οἱ θλίβοντές με καὶ οἱ ἐχθροὶ μου, αὐτοὶ ἠσθένησαν καὶ ἔπεσαν. Ἐὰν παρατάξηται ἐπ΄ἐμὲ παρεμβολή, οὗ φοβηθήσεται ἡ καρδία μου· ἐὰν ἐπαναστῇ ἐπ΄ἐμὲ πόλεμος, ἐν ταύτῃ ἐγὼ ἐλπίζω. Μίαν ᾐτησάμην παρὰ Κυρίου, ταύτην ἐκζητήσω· τοῦ κατοικεῖν με ἐν οἴκῳ Κυρίου πάσας τὰς ἡμέρας τῆς ζωῆς μου, τοῦ θεωρεῖν με τὴν τερπνότητα Κυρίου καὶ ἐπισκέπτεσθαι τὸν ναὸν τὸν ἅγιον αὐτοῦ. Ὅτι ἔκρυψέ με ἐν σκηνῇ αὐτοῦ ἐν ἡμέρᾳ κακῶν μου, ἐσκέπασέ με ἐν ἀποκρύφῳ τῆς σκηνῆς αὐτοῦ, ἐν πέτρα ὕψωσέ με. Καὶ νῦν ἰδοὺ ὕψωσε κεφαλὴν μου ἐπ΄εχθρούς μου· ἐκύκλωσα καὶ ἔθυσα ἐν τῇ σκηνῇ αὐτοῦ θυσίαν αἰνέσεως καὶ ἀλαλαγμοῦ ᾄσομαι καὶ ψαλῶ τῷ Κυρίῳ. Εἰσάκουσον, Κύριε, τῆς φωνῆς μου, ᾖς ἐκέκραξα· ἐλέησόν με καὶ εἰσάκουσόν μου. Σοι εἶπεν ἡ καρδία μου· Κύριον ζητήσω· ἐξεζήτησέ σε τὸ πρόσωπόν μου τὸ πρόσωπόν σου, Κύριε, ζητήσω. Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἐπ΄ἐμοῦ, καὶ μὴ ἐκκλίνῃς ἐν ὀργῇ ἀπὸ τοῦ δούλου σου· βοηθὸς μου γενοῦ, μὴ ἀποσκορακίσης με καὶ μὴ ἐγκαταλίπῃς με, ὁ Θεός, ὁ σωτὴρ μου. Ὅτι ὁ πατὴρ μου καὶ ἡ μήτηρ μου ἐγκατέλιπόν με, ὁ δε Κύριος προσελάβετό με. Νομοθέτησόν με, Κύριε, ἐν τῇ ὁδῷ σου καὶ ὁδήγησόν με ἐν τρίβῳ εὐθείᾳ ἕνεκα τῶν ἐχθρῶν μου. Μὴ παραδῷς με εἰς ψυχὰς θλιβόντων με, ὅτι ἐπανέστησάν μοι μάρτυρες ἄδικοι, καὶ ἐψεύσατο ἡ ἀδικία ἑαυτῇ. Πιστεύω τοῦ ἰδεῖν τὰ ἀγαθὰ Κυρίου ἐν γῇ ζώντων. Ὑπόμεινον τὸν Κύριον· ἀνδρίζου, καὶ κραταιούσθω ἡ καρδία σου, καὶ ὑπόμεινον τὸν Κύριον.
27. Για να θεραπεύσει ο Θεός τους νευρασθενής και τους νευρόπονους.
Ψαλμός 27
Πρὸς σέ, Κύριε, κεκράξομαι, ὁ Θεὸς μου, μὴ παρασιωπήσης ἀπ΄ἐμοῦ· μήποτε παρασιωπήσης ἀπ΄ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Εἰσάκουσον τῆς φωνῆς τῆς δεήσεώς μου ἐν τῷ δέεσθαί με πρὸς σέ, ἐν τῷ αἴρειν με χεῖράς μου πρὸς ναὸν ἅγιον σου. Μὴ συνελκύσῃς με μετὰ ἁμαρτωλῶν καὶ μετὰ ἐργαζομένων ἀδικίαν μὴ συναπολέσῃς με, τῶν λαλούντων εἰρήνην μετὰ τῶν πλησίον αὐτῶν, κακὰ δὲ ἐν ταῖς καρδίαις αὐτῶν. Δὸς αὐτοῖς Κύριε κατὰ τὰ ἔργα αὐτῶν καὶ κατὰ τὴν πονηρίαν τῶν ἐπιτηδευμάτων αὐτῶν· κατὰ τὰ ἔργα τῶν χειρῶν αὐτῶν, δὸς αὐτοῖς, ἀπόδος τὸ ἀνταπόδομα αὐτῶν αὐτοῖς. Ὅτι οὐ συνῆκαν εἰς τὰ ἔργα Κυρίου καὶ εἰς τὰ ἔργα τῶν χειρῶν αὐτοῦ· καθελεῖς αὐτοὺς καὶ οὐ μὴ οἰκοδομήσεις αὐτούς. Εὐλογητὸς Κύριος, ὅτι εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεως μου. Κύριος βοηθὸς μου καὶ ὑπερασπιστὴς μου· ἐπ΄αὐτῷ ἤλπισεν ἡ καρδία μου, καὶ ἐβοηθήθην, καὶ ἀνέθαλεν ἡ σὰρξ μου· καὶ ἐκ θελήματος μου ἐξομολογήσομαι αὐτῷ. Κύριος κραταίωμα τοῦ λαοῦ αὐτοῦ καὶ ὑπερασπιστὴς τῶν σωτηρίων τοῦ χριστοῦ αὐτοῦ ἐστι. Σῶσον τὸν λαὸν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου καὶ ποίμανον αὐτοὺς καὶ ἔπαρον αὐτοὺς ἕως τοῦ αἰῶνος.
28. Γι’ αυτούς που τους πειράζει η θάλασσα και φοβούνται στην πολλή φουρτούνα.
Ψαλμός 28
Ἐνέγκατε τῷ Κυρίῳ, υἱοὶ Θεοῦ, ἐνέγκατε τῷ Κυρίῳ υἱοὺς κριῶν, ἐνέγκατε τῷ Κυρίῳ δόξαν καὶ τιμήν, ἐνέγκατε τῷ Κυρίῳ δόξαν ὀνόματι αὐτοῦ, προσκυνήσατε τῷ Κυρίῳ ἐν αὐλῇ ἁγίᾳ αὐτοῦ. Φωνὴ Κυρίου ἐπὶ τῶν ὑδάτων, ὁ Θεὸς τῆς δόξης ἐμβρόντησε, Κύριος ἐπὶ ὑδάτων πολλῶν. Φωνὴ Κυρίου ἐν ἰσχύι, φωνὴ Κυρίου ἐν μεγαλοπρεπείᾳ. Φωνὴ Κυρίου συντρίβοντος κέδρους καὶ συντρίψει Κύριος τὰς κέδρους τοῦ Λιβάνου. Καὶ λεπτυνεῖ αὐτὰς ὡς τὸν μόσχον τον Λίβανον καὶ ὁ ἠγαπημένος ὡς υἱὸς μονοκερώτων. Φωνὴ Κυρίου διακόπτοντος φλόγα πυρός. Φωνὴ Κυρίου συσσείοντος ἔρημον καὶ συσσείσει Κύριος τὴν ἔρημον Κάδης. Φωνὴ Κυρίου καταρτιζομένη ἐλάφους, καὶ ἀποκαλύψει δρυμοὺς· καὶ ἐν τῷ ναῶ αὐτοῦ πᾶς τις λέγει δόξαν. Κύριος τὸν κατακλυσμὸν κατοικιεῖ, καὶ καθιεῖται Κύριος Βασιλεὺς εἰς τὸν αἰῶνα. Κύριος ἰσχὺν τῷ λαῷ αὐτοῦ δώσει, Κύριος εὐλογήσει τὸν λαὸν αὐτοῦ ἐν εἰρήνῃ.
29. Γι’ αυτούς που κινδυνεύουν μακριά, μέσα σε βάρβαρους και άπιστους λαούς, για να τους φυλάξει ο Θεός και να φωτίσει κι εκείνους να ημερέψουν, και να γνωρίσουν το Θεό.
Ψαλμός 29
Ὑψώσω σε, Κύριε, ὅτι ὑπέλαβές με καὶ οὐκ εὔφρανας τοὺς ἐχθροὺς μου ἐπ΄ἐμέ. Κύριε ὁ Θεὸς μου, ἐκέκραξα πρὸς σε καὶ ἰάσω με. Κύριε, ἀνήγαγες ἐξ ᾅδου τὴν ψυχὴν μου, ἔσωσάς με ἀπὸ τῶν καταβαινόντων εἰς λάκκον. Ψάλατε τῷ Κυρίῳ οἱ ὅσιοι αὐτοῦ καὶ ἐξομολογεῖσθε τῇ μνήμη τῆς ἁγιωσύνης αὐτοῦ. Ὅτι ὀργὴ ἐν τῷ θυμῷ αὐτοῦ καὶ ζωὴ ἐν τῷ θελήματι αὐτοῦ· τὸ ἑσπέρας αὐλισθήσεται κλαυθμὸς καὶ εἰς τὸ πρωὶ ἀγαλλίασις. Ἐγὼ δε εἶπα ἐν τῇ εὐθηνίᾳ μου· οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα. Κύριε, ἐν τῷ θελήματί σου παρέσχου τῷ κάλλει μου δύναμιν· ἀπέστρεψας δε τὸ πρόσωπόν σου καὶ ἐγενήθην τεταραγμένος. Πρὸς σέ, Κύριε, κεκράξομαι, καὶ πρὸς τὸν Θεὸν μου δεηθήσομαι. Τίς ὠφέλεια ἐν τῶν αἵματι μου ἐν τῷ καταβῆναί με εἰς διαφθοράν; Μὴ ἐξομολογήσεταί σοι χοῦς ἢ ἀναγγελεῖ τὴν ἀλήθειαν σου; Ἤκουσε Κύριος καὶ ἠλέησέ με, Κύριος ἐγεννήθη βοηθὸς μου. Ἔστρεψας τὸν κοπετὸν μου εἰς χαρὰν ἐμοί, διέῤῥηξας τὸν σάκκον μου καὶ περιέζωσάς με εὐφροσύνην, ὅπως ἂν ψάλῃ σοι ἡ δόξα μου καὶ οὐ μὴ κατανυγῶ· Κύριε ὁ Θεὸς μου, εἰς τὸν αἰῶνα ἐξομολογήσομαί σοι.
30. Για να δώσει ο Θεός αφθονία σπαρτών και καρπών στα δέντρα, όταν ο καιρός δεν είναι ευνοϊκός.
Ψαλμός 30
Ἐπὶ σοί, Κύριε, ἤλπισα, μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα· ἐν τῇ δικαιοσύνῃ σου ῥῦσαί με καὶ ἐξελοῦ με. Κλῖνον πρός με τὸ οὖς σου, τάχυνον τοῦ ἐξελέσθαι με· γενοῦ μοι εἰς Θεὸν ὑπερασπιστὴν καὶ εἰς οἶκον καταφυγῆς τοῦ σῶσαί με. Ὅτι κραταίωμά μου καὶ καταφυγή μου εἶ σὺ καὶ ἕνεκεν τοῦ ὀνόματός σου ὁδηγήσεις με καὶ διαθρέψεις με. Ἐξάξεις με ἐκ παγίδος ταύτης, ἧς ἔκρυψάν μοι, ὅτι σὺ εἶ ὁ ὑπερασπιστής μου, Κύριε. Εἰς χεῖράς σου παραθήσομαι τὸ πνεῦμά μου· ἐλυτρώσω με, Κύριε ὁ Θεὸς τῆς ἀληθείας. Ἐμίσησας τοὺς διαφυλάσσοντας ματαιότητας διακενῆς· ἐγὼ δὲ ἐπὶ τῷ Κυρίῳ ἤλπισα. Ἀγαλλιάσομαι καὶ εὐφρανθήσομαι ἐπὶ τῷ ἐλέει σου, ὅτι ἐπεῖδες τὴν ταπείνωσίν μου, ἔσωσας ἐκ τῶν ἀναγκῶν τὴν ψυχήν μου καὶ οὗ συνέκλεισάς με εἰς χεῖρας ἐχθρῶν· ἔστησας ἐν εὐρυχώρῳ τοὺς πόδας μου. Ἐλέησόν με, Κύριε, ὅτι θλίβομαι· ἐταράχθη ἐν θυμῷ ὁ ὀφθαλμός μου, ἡ ψυχή μου καὶ ἡ γαστήρ μου. Ὅτι ἐξέλιπεν ἐν ὀδύνῃ ἡ ζωή μου καὶ τὰ ἔτη μου ἐν στεναγμοῖς· ἡσθένησεν ἐν πτωχείᾳ ἡ ἰσχύς μου, καὶ τὰ ὀστᾶ μου ἐταράχθησαν. Παρὰ πάντας τοὺς ἐχθρούς μου ἐγενήθην ὄνειδος καὶ τοῖς γείτοσί μου σφόδρα καὶ φόβος τοῖς γνωστοῖς μου· οἱ θεωροῦντές με ἔξω ἔφυγον ἀπ’ ἐμοῦ. Ἐπελήσθην ὡσεὶ νεκρὸς ἀπὸ καρδίας, ἐγενήθην ὡσεὶ σκεῦος ἀπολωλός. Ὅτι ἤκουσα ψόγον πολλῶν παροικούντων κυκλόθεν· ἐν τῷ ἐπισυναχθῆναι αὐτοὺς ἅμα ἐπ΄ἐμὲ τοῦ λαβεῖν τὴν ψυχήν μου ἐβουλεύσαντο. Ἐγὼ δὲ ἐπὶ σοὶ ἤλπισα, Κύριε, εἶπα· σὺ εἶ ὁ Θεός μου. Ἐν ταῖς χερσί σου οἱ κλῆροί μου· ῥῦσαί με ἐκ χειρὸς ἐχθρῶν μου καὶ ἐκ τῶν καταδιωκόντων με. Ἐπίφανον τὸ πρόσωπόν σου ἐπὶ τὸν δοῦλόν σου, σῶσόν με ἐν τῷ ἐλέει σου. Κύριε, μὴ καταισχυνθείην, ὅτι ἐπεκαλεσάμην σε· αἰσχυνθείησαν οἱ ἀσεβεῖς καὶ καταχθείησαν εἰς ᾅδου. Ἄλαλα γενηθήτω τὰ χείλη τὰ δόλια, τὰ λαλοῦντα κατὰ τοῦ δικαίου ἀνομίαν ἐν ὑπερηφανίᾳ καὶ ἐξουδενώσει. Ὡς πολὺ τὸ πλῆθος τῆς χρηστότητός σου, Κύριε, ἧς ἔκρυψας τοῖς φοβουμένοις σε, ἐξειργάσω τοῖς ἐλπίζουσιν ἐπὶ σὲ ἐναντίον τῶν υἱῶν τῶν ἀνθρώπων. Κατακρύψεις αὐτοὺς ἐν ἀποκρύφῳ τοῦ προσώπου σου ἀπὸ ταραχῆς ἀνθρώπων, σκεπάσεις αὐτοὺς ἐν σκηνῇ ἀπὸ ἀντιλογίας γλωσσῶν. Εὐλογητὸς Κύριος, ὅτι ἐθαυμάστωσε τὸ ἔλεος αὐτοῦ ἐν πόλει περιοχῆς. Ἐγὼ δὲ εἶπα ἐν τῇ ἐκστάσει μου· ἀπέῤῥιμαι ἀπὸ προσώπου τῶν ὀφθαλμῶν σου. Διὰ τοῦτο εἰσήκουσας τῆς φωνῆς τῆς δεήσεώς μου ἐν τῷ κεκραγέναι με πρὸς σέ. Ἀγαπήσατε τὸν Κύριον πάντες οἱ ὅσιοι αὐτοῦ, ὅτι ἀληθείας ἐκζητεῖ Κύριος καὶ ἀνταποδίδωσι τοῖς περισσῶς ποιοῦσιν ὑπερηφανίαν. Ἀνδρίζεσθε καὶ κραταιούσθω ἡ καρδία ὑμῶν, πάντες οἱ ἐλπίζοντες ἐπὶ Κύριον.